Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 52.1 | Dem. 52.3 (English) | >>Dem. 52.6 |
52.2εἰ γὰρ ἔθος καταστήσετε τοῖς δυναμένοις εἰπεῖν καὶ δόξαν ἔχουσι μᾶλλον πιστεύειν ἢ τοῖς ἀδυνατωτέροις , ἐφʼ ὑμῖν αὐτοῖς ἔσεσθε τὸ ἔθος τοῦτο κατεσκευακότες . δέομαι οὖν ὑμῶν , εἴπερ τι καὶ ἄλλο πώποτε πρᾶγμα αὐτὸ καθʼ αὑτὸ ἐδικάσατε , μηδὲ μεθʼ ἑτέρων τὴν γνώμην γενόμενοι , μήτε μετὰ τῶν διωκόντων μήτε μετὰ τῶν φευγόντων , ἀλλὰ τὸ δίκαιον σκεψάμενοι , οὕτω καὶ νῦν διαγνῶναι . ἐξ ἀρχῆς δʼ ὑμῖν διηγήσομαι .
Λύκων γὰρ ὁ Ἡρακλεώτης , ὦ ἄνδρες δικασταί , οὗτος ὃν καὶ αὐτὸς λέγει , τῇ τραπέζῃ τῇ τοῦ πατρὸς ἐχρῆτο , ὥσπερ καὶ οἱ ἄλλοι ἔμποροι , ξένος μὲν ὢν Ἀριστόνῳ τῷ Δεκελεῖ καὶ Ἀρχεβιάδῃ τῷ Λαμπτρεῖ , ἄνθρωπος δέ τις σώφρων . οὗτος ἐπειδὴ ἐκπλεῖν ἔμελλεν εἰς τὴν Λιβύην , διαλογισάμενος πρὸς τὸν πατέρα τὸν ἐμὸν ἐναντίον Ἀρχεβιάδου καὶ Φρασίου προσέταξεν τὸ ἀργύριον ὃ κατέλειπεν (ἦν δὲ τοῦτο ἑκκαίδεκα μναῖ καὶ τετταράκοντα δραχμαί , ὡς ἐγὼ ὑμῖν πάνυ ἀκριβῶς ἐπιδείξω ) Κηφισιάδῃ ἀποδοῦναι , λέγων ὅτι κοινωνὸς εἴη αὑτοῦ ὁ Κηφισιάδης οὗτος , οἰκήτωρ μὲν ὢν ἐν Σκίρῳ , ἐν δὲ τῷ παρόντι ἐφʼ ἑτέρᾳ ἀποδημῶν ἐμπορίᾳ .
52.4δεῖξαι δʼ αὐτὸν τῷ πατρὶ τῷ ἐμῷ καὶ συστῆσαι τῷ Ἀρχεβιάδῃ καὶ τῷ Φρασίᾳ προσέταξεν , ἐπειδὴ ἥκοι ἐκ τῆς ἀποδημίας . εἰώθασι δὲ πάντες οἱ τραπεζῖται , ὅταν τις ἀργύριον τιθεὶς ἰδιώτης ἀποδοῦναί τῳ προστάττῃ , πρῶτον τοῦ θέντος τοὔνομα γράφειν καὶ τὸ κεφάλαιον τοῦ ἀργυρίου , ἔπειτα παραγράφειν “τῷ δεῖνι ἀποδοῦναι δεῖ ”, καὶ ἐὰν μὲν γιγνώσκωσι τὴν ὄψιν τοῦ ἀνθρώπου ᾧ ἂν δέῃ ἀποδοῦναι , τοσοῦτο μόνον ποιεῖν , γράψαι ᾧ δεῖ ἀποδοῦναι , ἐὰν δὲ μὴ γιγνώσκωσι , καὶ τούτου τοὔνομα προσπαραγράφειν ὃς ἂν μέλλῃ συστήσειν καὶ δείξειν τὸν ἄνθρωπον , ὃν ἂν δέῃ κομίσασθαι τὸ ἀργύριον .
52.3
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 52.1 | Dem. 52.3 (English) | >>Dem. 52.6 |